Wo-@griV$

 

Μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου
ἐμφέρεται πλώοντα· τὰ δ' οὔ κέ τις ἐξονομήναι
ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·
ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα
ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
πολλὰ δ' (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα,)
κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο
θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.
οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην
παυροτέρας ἀγέλας οὔτ' ἔθνεα μείονα φέρβειν.
ἀλλ' εἴτ' ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη
εἴθ' ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,
ἡμεῖς δ' ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.
Ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης
κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
οἱ μὲν γὰρ χθαμαλοῖσι παρ' αἰγιαλοῖσι νέμονται,
ψάμμον ἐρεπτόμενοι καὶ ὅσ' ἐν ψαμάθοισι φύονται,
ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τ' ἐρυθῖνοι
καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι
τραχούρων τ' ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι
ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,
σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
Ἄλλοι δ' αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
φέρβονται, βατίδες τε βοῶν θ' ὑπέροπλα γένεθλα
τρυγών τ' ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τ' ὀνίσκων
σαῦροί τε σκέπανοί τε καὶ ὅσσ' ἐνιτέτροφε πηλοῖς.
Θῖνα δ' ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδ' ἀθερῖναι
καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
βῶκες ὅσοις τ' ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.
Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
λάβρακές τ' ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,
πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
φορβὴν ἱμερτὴν γλυκερῇ θ' ἁλὶ πιαίνονται.
λάβραξ δ' οὐδ' αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
ἐκ δ' ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ
ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
Πέτραι δ' ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι
καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θ' ἁλιῆες
ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
Ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
λεπράδες, ἃς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.
Ἄλλαι δ' αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν
ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
Ὅσσαι δ' αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι
κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ
μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,
οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι
ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.
Ἄλλοι δ' ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι
φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,
ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα
εἱλεῦνται· τὸ καὶ οὔποθ' ἑὴν λείπουσι χαράδρην,
ἀλλ' αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,
χειροτέροις ἀΐδηλον ἐπ' ἰχθύσι πότμον ἄγοντες·
ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὃς περὶ πάντων
πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,
μίμνει δ' ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν
ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.
Ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,
ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,
τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,
ἄλλοι δ' ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας
ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δ' ἐπὶ χέρσον ἀμείβει,
ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.
εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
αὐτὰρ ὅ γ' ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
ὀρνίθων δ' ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
δυσμενέες· τῶν ἤν τιν' ἐσαθρήσῃ πελάσαντα,
πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
Οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,
σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
σφύραιναι δολιχαὶ ῥαφίδες θ' ἅμα τῇσιν ἀραιαί·
ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
θαρσαλέοι νεπόδων καί τ' ἀνδράσιν ἀντιφέρονται,
οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.